TLG 1679 002 :: SOCRATES :: Fragmenta

SOCRATES Hist.
(Rhodius: 1 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 326.

  • περὶ Ἐμφυλίου πολέμου (frr. 1–2): p. 326
  • Fragment numbers imposed by TLG

Citation: Fragment — (line)

t1-2

ΠΕΡΙ ΕΜΦΥΛΙΟΥ ΠΟΛΕΜΟΥ. E LIBRO TERTIO.

1

Athenaeus IV: Σωκράτης δὲ ὁ Ῥόδιος ἐν τρίτῳ Ἐμφυλίου πολέμου τὸ Κλεοπάτρας ἀναγράφων συμπόσιον, τῆς τελευταίας Αἰγύπτου βασιλευσάσης, γημαμένης δ’ Ἀντωνίῳ τῷ Ῥωμαίων στρατηγῷ ἐν
5Κιλικίᾳ, φησὶν οὕτως· «Ἀπαντήσασα τῷ Ἀντωνίῳ ἡ Κλεοπάτρα ἐν Κιλικίᾳ, παρεσκεύασεν αὐτῷ βασιλι‐ κὸν συμπόσιον, ἐν ᾧ πάντα χρύσεα καὶ λιθοκόλλητα περιττῶς ἐξειργασμένα ταῖς τέχναις· ἦσαν δὲ, φησὶ, καὶ οἱ τοῖχοι ἁλουργέσι καὶ διαχρύσοις ἐμπεπετασμένοι
10ὕφεσι. Καὶ δώδεκα τρίκλινα διαστρώσασα, ἐκάλεσε τὸν Ἀντώνιον, μεθ’ ὧν ἐβούλετο, ἡ Κλεοπάτρα. Τοῦ δὲ τῇ πολυτελείᾳ τῆς ὄψεως ἐκπλαγέντος, ὑπομειδιάσασα, ταῦτ’ ἔφη πάντα δωρεῖσθαι αὐτῷ, καὶ εἰς αὔριον πα‐ ρεκάλει συνδειπνῆσαι πάλιν, ἥκοντα μετὰ τῶν φίλων
15καὶ τῶν ἡγεμόνων· ὅτε καὶ πολλῷ κρεῖττον διακοσμή‐ σασα τὸ συμπόσιον, ἐποίησε φανῆναι τὰ πρῶτα μικρὰ, καὶ πάλιν καὶ ταῦτα ἐδωρήσατο. Τῶν δ’ ἡγεμόνων ἐφ’ ᾗ ἕκαστος κατέκειτο κλίνῃ, καὶ τὰ κυλικεῖα, καθὼς ταῖς στρωμναῖς ἐμεμέριστο, ἑκάστῳ φέρειν ἐπέτρεψε.
20Καὶ κατὰ τὴν ἄφοδον τοῖς μὲν ἐν ἀξιώμασι φορεῖα σὺν τοῖς κομίζουσι, τοῖς πλείοσι δὲ καταργύροις σκευαῖς κε‐ κοσμημένους ἵππους, πᾶσι δὲ λαμπτηροφόρους παῖδας Αἰθίοπας παρέστησε. Τῇ δὲ τετάρτῃ τῶν ἡμερῶν ταλαντιαίους εἰς ῥόδα μισθοὺς δέδωκε, καὶ κατεστρώθη
25ἐπὶ πηχυαῖα βάθη τὰ ἐδάφη τῶν δένδρων ἐμπεπετασμένων δικτύων τοῖς ἕλιξιν.» Ἱστορεῖ δὲ καὶ αὐτὸν τὸν Ἀντώνιον, ἐν Ἀθήναις μετὰ ταῦτα διατρίψαντα, περίοπτον ὑπὲρ τὸ θέατρον κατασκευάσαντα σχεδίαν, χλωρᾷ πεπυκασμέ‐
30νην ὕλῃ, ὥσπερ ἐπὶ τῶν Βακχικῶν ἄντρων γίνεται, ταύτης τύμπανα καὶ νεβρίδας καὶ παντοδάπ’ ἄλλ’ ἀθύρ‐ ματα Διονυσιακὰ ἐξαρτήσαντα, μετὰ τῶν φίλων ἐξ ἑωθινοῦ κατακλινόμενον μεθύσκεσθαι, λειτουργούντων αὐτῷ τῶν ἐξ Ἰταλίας μεταπεμφθέντων ἀκροαμάτων,
35συνηθροισμένων ἐπὶ τὴν θέαν τῶν Πανελλήνων. «Με‐ τέβαινε δ’ ἐνίοτε, φησὶ, καὶ ἐπὶ τὴν ἀκρόπολιν, ἀπὸ τῶν τεγῶν λαμπάσι δᾳδουχουμένης πάσης τῆς Ἀθη‐ ναίων πόλεως. Καὶ ἔκτοτ’ ἐκέλευσεν ἑαυτὸν Διόνυσον ἀνακηρύττεσθαι κατὰ τὰς πόλεις ἁπάσας.»

2

Athenaeo XI: Βομβυλιός· θηρίκλειον Ῥοδιακὸν, οὗ περὶ τῆς ἰδέας Σωκράτης φησίν· «Οἱ μὲν ἐκ φιάλης πίνον‐ τες ὅσον θέλουσι τάχιστ’ ἀπαλλαγήσονται, οἱ δὲ ἐκ
5βομβυλιοῦ κατὰ μικρὸν στάζοντες.»

3

(1t)

OLYMPUS.
2t(ΠΕΡΙ ΚΛΕΟΠΑΤΡΑΣ.)
1Plutarch. Anton. c. 82, 2:
Ἐκ δὲ λύπης ἅμα τοσαύτης καὶ ὀδύνης (ἀνεφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα τυπτομένης καὶ ἥλκωτο) πυρετῶν ἐπιλαβόντων, ἠγά‐
5πησε τὴν πρόφασιν, ὡς ἀφεξομένη τροφῆς διὰ τοῦτο, καὶ παραλύσουσα τοῦ ζῆν ἀκωλύτως ἑαυτήν. Ἦν δὲ ἰατρὸς αὐτῇ συνήθης Ὄλυμπος, ᾧ φράσασα τἀληθὲς, ἔχρητο συμβούλῳ καὶ συνεργῷ τῆς καθαιρέσεως, ὡς αὐτὸς ὁ Ὄλυμπος εἴρηκεν, Ἱστορίαν τινὰ τῶν
10πραγμάτων τούτων ἐκδεδωκώς.